TLG 1254 003 :: CHARAX :: Fragmenta

CHARAX Hist.
(Pergamenus: A.D. 2?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 636–645.

Frr. 1–59

Citation: Fragment — (line)

t1-20

ΕΛΛΗΝΙΚΑ.

t1-4

E LIBRO SECUNDO.

1

Stephan. Byz.: Ταίναρος, πόλις ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. Ὃς πλέων σὺν
Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖ‐636
5ται Ταίναρον ... Εἰσὶ δὲ καὶ Ταινάριοι Θῆβαι, ὡς Χά‐ ραξ ἐν Ἑλληνικῶν δευτέρῳ.

2

Stephan. Byz. v. Ἀδράστεια· Ἔστι δὲ καὶ Τρωά‐ δος Ἀδράστεια τόπος, ἀπὸ Ἀδραστείας θυγατρὸς Με‐ λίσσου, τοῦ Ἴδης, τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ.

3

Idem: Ἴδη, Τροίας ὄρος ... ἀπὸ Ἴδης βασιλίσσης, ὡς Χάραξ.

4

Idem: Νεάνδρεια, πόλις Τρωάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ.

t5

E LIBRO TERTIO.

5

Constantin. Porphyrog. De adm. imp. c. 24: Ταύτην (sc. τὴν Ἱσπανίαν) κεκλῆσθαί φησιν (sc. Χά‐ ραξ) Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ· «Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος
5τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ’ ἀπὸ μέρους τῆς γῆς ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα καὶ ἀπ’ ἐκείνου ὀνομάζεται, τῆν πᾶσαν οὕτω καλοῦντες.» Ὕστε‐ ρον δέ φασιν (φησιν?) αὐτὴν μετακεκλῆσθαι Ἱσπα‐ νίαν.

t6-7

E LIBRO QUARTO.

6

Schol. Aristoph. Nub. 508: Οὕτως ὁ Χάραξ ἐν τῷ «δʹ· Ἀγαμήδης ἄρχων Στυμφήλου τῆς Ἀρκαδίας ἐγάμει Ἐπικάστην, ἧς παῖς ἦν Τροφώνιος σκότιος. Οὗτοι τοὺς τότε πάντας ὑπερεβάλλοντο εὐτεχνίᾳ, τόν τε ἐν Δελ‐
5φοῖς Ἀπόλλωνος ναὸν ἠργολάβησαν· ἐν Ἤλιδι δὲ τα‐ μιεῖον χρυσοῦν κατεσκεύασαν Αὐγείᾳ· ᾧ παραλείψαν‐ τες ἁρμὸν λίθινον, νυκτὸς εἰσιόντες ἔκλεπτον τῶν χρη‐ μάτων ἅμα Κερκυόνι, ὃς ἦν γνήσιος Ἀγαμήδους καὶ Ἐπικάστης υἱός. Ὡς δὲ ἠπόρει λίαν Αὐγείας, ἐπι‐
10δημήσαντα Δαίδαλον αὐτόσε κατὰ φυγὴν Μίνωος ἐλιτά‐ νευσεν ἐξιχνεῦσαι τὸν φῶρα. Ὁ δὲ παγίδας ἔστησεν, αἷς περιπεσὼν Ἀγαμήδης ἀναιρεῖται. Τροφώνιος δὲ τὴν κεφαλὴν αὐτοῦ τεμὼν πρὸς τὸ μὴ γνωρισθῆναι, ἅμα Κερκυόνι φεύγει εἰς Ὀρχομενόν. Αὐγείου δὲ κατὰ
15κέλευσιν Δαιδάλου πρὸς τὴν τῶν αἱμάτων ἔκλυσιν ἐπιδιώκοντος, καταφεύγουσιν ὁ μὲν Κερκυὼν εἰς Ἀθήνας, ὡς Καλλίμαχος
ὃς ἔφυγεν μὲν Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων·
20ὁ δὲ ἕτερος εἰς Λεβάδειαν τῆς Βοιωτίας, οὗ κατωρυ‐ χὴν ποιησάμενος οἴκησιν διετέλει. Τελευτήσαντος δὲ αὐτοῦ μαντεῖον ἀτρεκὲς ἐφάνη αὐτόσε. Καὶ θύουσιν
αὐτῷ ὡς θεῷ. Παρέλιπε δὲ υἱὸν Ἄλκανδρον.»637

7

Stephan. Byz.: Φήγεια, πόλις Ἀρκαδίας, ἀπὸ Φη‐ γέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ· «Φηγεὺς δ’ ὁ ἀδελφὸς τοῦ Φορωνέως ἔκτισε πόλιν Φήγειαν, ἣ πρὶν Ἐρύμανθος ἐκαλεῖτο.» Ὕστερον δὲ Ψωφὶς ὠνο‐
5μάσθη, ὡς ἐροῦμεν, ἀπὸ τῆς μητρός.

t8

E LIBRO SEPTIMO.

8

Idem v. Δώριον: Μέμνηται τῆς Δωρίδος τῆς Θεσ‐ σαλικῆς Χάραξ ἐν ζʹ, τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου νικήσαντος τοὺς ἐν Ἄρνῃ Βοιωτούς· «Ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας
5μετέβαλεν, ἀλλ’ Ἰστιαιῶτιν αὐτὴν, ὡς πρὶν, καλεῖσθαι εἴασε. Κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἴληχε τὰ πρῶτα καὶ Δωρὶς ἀπ’ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἰστιαιῶτις με‐ τωνομάσθη.»

t9

E LIBRO NONO.

9

Idem v. Ὑλλεῖς· Ἔστιν Ὕλλις καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Ὁ φυλέτης Ὑλλεύς. Χάραξ θʹ· «Καὶ Παμφύλιοι καὶ Ὑλλεῖς.»

t10-20

E LIBRIS INCERTIS.

10

Eustath. ad Hom. Il. ς, 491: Τὰς δὴ πόλεις ταύτας τὰς δύο, Ἀγαλλίας τις, Κερκυραῖος ἀνὴρ, Ἀθήνας φησὶν εἶναι καὶ Ἐλευσῖνα, προάγων οὕτω τὸ εἰκὸς τοῦ λόγου· γάμους γὰρ καὶ ὑμεναίους ἐν
5Ἀθήναις πρῶτον ἀχθῆναι ὑπὸ Κέκροπος, ὅθεν καὶ δι‐ φυῆ τὸν Κέκροπα λέγεσθαι ὁ Χάραξ φησὶν, διότι τὸ νομίμως ἐκ δυοῖν φύεσθαι δι’ αὐτὸν ἐπέγνων οἱ ἄνθρω‐
ποι τῇ τοῦ γάμου εὑρέσει.638

11

Tzetzes ad Lyc. 111: Ἐλθὼν γὰρ (ὁ Κέκροψ) ἀπὸ Σάεως πόλεως Αἰγύπτου τὰς Ἀθήνας συνῴκισε. Σάϊς δὲ κατ’ Αἰγυπτίους ἡ Ἀθηνᾶ λέγεται, ὥς φησι Χάραξ.

11a

Schol Aristid.: Δεῖ δὲ γνῶναι ὅτι ὁ Χάραξ ἱστορεῖ τοὺς Ἀθναίους ἀποίκους εἶναι τῶν Σαϊτῶν. Ἔστι δὲ Σάϊς πόλις Αἰγυπτίων, καὶ οἰκιστῆρα
5ἔσχεν Ἐρεχθέα. Διὸ καὶ διφυῆ προσ‐ αγορεύεσθαί φησιν ὄντα δίγλωσσον· ἕτεροι δέ φασιν ὅτι πρῶτος ἐδόξαζεν ἔκ τε γυναικὸς καὶ ἀνδρὸς τοὺς γεννωμένους παράγεσθαι· καὶ διὰ τοῦτο διφυὴς ἐδοξάζετο. Περὶ μὲν οὖν τούτου πολλὴ
10διαφορά. Ἐκ δὲ τῆς ἀποικίας ὠνομάσθαι φησὶ πολιοῦ‐ χον τὴν Ἀθηνᾶν. ἔστι γὰρ ἡ Σάϊς Αἰγυπτίων φωνῇ παρ’ Ἕλλησιν Ἀθηνᾶ. Καὶ τούτου παράγει μάρτυρα τὸ τὴν Ἀθηνᾶν ἐποχεῖσθαι κροκοδείλῳ πρὸς τῇ ἀκρο‐ πόλει, δηλοῦσαν τὴν ἀποικίαν ἐκ τοῦ Νείλου τυγχά‐
15νουσαν.

12

Anonymus De incredib. c. 15.: Περὶ Ἰοῦς καὶ Ἄργου. Ἰὼ ἡ Ἀρέστορος ἱερᾶτο τῇ Ἥρᾳ. Πρὸ γάμου δὲ κυήσασαν γνοὺς ὁ πατὴρ (οὐ γὰρ ἔτι αὐτῇ ἡ ὄψις παρθένιος ἦν,
5ἀλλ’ ὑπὸ τῆς ἀφροδισίου ἀκμῆς μείζων καὶ καλλίων αὐτῆς ἐφαίνετο, ὡς καὶ βοῦς ὑπὸ τῶν Ἀργείων ἐπονο‐ μάζεσθαι), ἐχαλέπαινέ τε καὶ ἐν φρουρᾷ εἶχεν αὐτὴν, φύλακα ἐπιστήσας αὐτῇ τὸν τῆς μητρὸς ἀδελφὸν Ἄρ‐ γον. Καὶ ὁ μὲν Ἄργος ἄϋπνος ὢν καὶ πάντη ἄφυκτος
10οὐδαμῶς αὐτὴν ἀνίει, ὅθεν καὶ Πανόπτης ἔσχεν ἐπίκλη‐ σιν. Τῶν δὲ ἐπιχωρίων Ἑρμάων, βουλομένης Ἰοῦς, λαθὼν κτείνει τὸν Ἄργον, ἡ δὲ Ἰὼ ἐλευθερωθεῖσα φεύγει σὺν τοῖς πράξασιν ἐπιβᾶσα νεὼς φορτίδος, ὑπὸ δὲ χει‐ μῶνος φορηθεῖσα ἀνὰ τὸ πέλαγος, ὃ καλεῖται Ἰόνιον, καὶ
15πολλαχοῦ προσπελασθεῖσα εἰς Ἀερίαν ἐκομίσθη καὶ θεὸς ἐνομίσθη διὰ τὸ κάλλος. Οὕτω Χάραξ ἐν Ἑλλη‐ νικοῖς.

13

Idem ib. c. 16: Περὶ Διονύσου. Ὁ Χάραξ οὕτω φησὶν, ὅτι Σεμέλη ἡ Κάδμου θυγάτηρ λέγεται κυῆσαι πρὸ γάμου· ἐν δὲ ταῖς γοναῖς κεραυνοῦ κατασκή‐ ψαντος, αὐτὴ μὲν ἠφανίσθη, τὸ δὲ βρέφος περιεγένετο.
5Ἐκείνην μὲν οὖν, ὁποῖα ἐπὶ τοῖς διοβλήτοις λέγεται, θείας μοίρας λαχεῖν ᾠήθησαν καὶ Θυώνην ὠνόμασαν, τὸν δὲ παῖδα θειότατον ὄντα ὁ Κάδμος, διότι ἐκ πυρὸς ἐσώθη, περιεῖπε, καὶ τίθεται αὐτῷ Αἰγυπτίου Διονύσου πάτριον ὄνομα.

14

Eustath. ad Dionys. Perieg. 689: Ὁ Χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμ‐ βράναις ἐμπεριειλημμένην, δι’ ἣν, ὡς λόγου ἀξίαν, τὸν τῆς Ἀργοῦς καταρτισθῆναι στόλον φησί.

15a

Schol. ad Dionys. 687: Χάραξ δέ φησι πολλαῖς ναυσὶν ἐκπλεῦσαι τοὺς Ἀργοναύτας, ὧν ἀποπλανηθεῖσα μία ναῦς προσηράχθη τῇ Μαιώτιδι. Οἱ δὲ ἐμπλέοντες Τέλχις καὶ Ἄμφιτος ἡνίοχοι τῶν Διοσκούρων ὄντες
5αὐτόθι μείναντες ἦρξαν, ἀφ’ ὧν συνέβη τοὺς ἐνοικοῦντας ἐκεῖσε Ἡνιόχου καλεῖσθαι. Ὅθεν καὶ Διοσκουριὰς ἦν ἐκεῖσε λεγομένη ἡ πόλις.

15b

Eustathius ad Dionys. l. l.: Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ
νηῒ κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς λόγον, ἀλλὰ πολ‐639
5λοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον. Καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφ’ ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους καὶ τοὺς Τυνδα‐ ρίδας· ναὶ μὴν καὶ τὴν Διοσκουρίδα χώραν, τὸν τοῦ
10Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν.

16

Schol. ad Dionys. Perieg. 64: Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβά‐ ρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη· τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους
5Ἄβεννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ὁρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ. Δεύτερον δὲ ἐλέχθησαν Βριάρεω, ὥς φησιν Εὐφορίων, τρίτον δὲ Ἡρακλέους.

17

Jo. Lydus frgm. De menss.: Καὶ βασιλεῦσαι δὲ αὐτὸν (sc. τὸν Κρόνον) ἡ ἱστορία πα‐ ραδίδωσι ... κατά τε τὴν Λιβύην καὶ Σικελίαν, [οἰκίσαι τε τοὺς τό]πους καὶ [πόλ]ιν κτίσαι, ὡς ὁ Χάραξ φησὶ,
5τ[ὴν τότε μὲν λεγ]ομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡ[ς Ἰ]σίγον[ος περὶ Ἑλλην]ικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ (l. Αἰτναίαις) π[αραδιδόασιν.]

18

Malala.: Μετὰ δὲ Τρῶον ἐβασίλευσε τῶν Φρυγῶν ὁ Ἴλιος· ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλαλεῖτο ἡ νίκη τοῦ ἀγῶνος Πέλοπος τοῦ Λυδοῦ καὶ Οἰνομάου τοῦ Πισαίου, ἐπιτελεσθεῖσα ἐν τῇ Ἠλιακῇ
5ἑορτῇ. Ἅτινα συνεγράψατο Χάραξ ὁ ἱστορικός.

19

Malala: Μετ’ αὐτὸν ὁ Ἐριχθόνιος ἐπετέλεσε τὸν αὐτὸν ἀγῶνα ἅρμασι τετραπώλοις· διὸ καὶ περιβόητος ἐγένετο, καθὰ ἐν ταῖς Χάρακος ἐμφέρεται ἱστορίαις· ὃς συνεγρά‐
5ψατο καὶ ταῦτα, ὅτι τοῦ ἱπποδρομίου τὸ κτίσμα εἰς τὴν τοῦ κόσμου διοίκησιν ᾠκοδομήθη, τοῦτ’ ἐστὶ τοῦ οὐρα‐ νοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης· τὰς δὲ δεκαδύο θύ‐ ρας τοὺς δώδεκα οἴκους ἱστόρησε τοῦ ζωδιακοῦ τοῦ διοι‐ κοῦντος τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τῶν ἀνθρώπων
10τὸν παροδικὸν τοῦ βίου δρόμον. Τὸ δὲ πέλμα τοῦ ἱπ‐ πικοῦ τὴν γῆν πᾶσαν εἶναι, τὸν δὲ εὔριπον τὴν θάλασ‐ σαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολὴν, τὸν δὲ ἐπὶ τὴν σφενδόνην τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον καὶ τὴν κίνησιν (τῆς
15ἀστρονομίας) τῶν ἑπτὰ ἀστέρων (τῆς μεγάλης ἄρκτου).640

20

Suidas v. Ὅμηρος· Ὅμηρος ὁ ποιητὴς Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηίδος, ὡς δὲ ἄλλοι, Ἀπόλ‐ λωνος καὶ Καλλιόπης τῆς Μούσης, ὡς δὲ Χάραξ ὁ ἱστορικὸς, Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρὸς,
5κατὰ δ’ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυ‐ κάστης τῆς Νέστορος. Ἔστι δ’ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δ’ Οἴαγρος, τοῦ δ’ Ὀρφεὺς, τοῦ δὲ Δρὴς,
10τοῦ δὲ Εὐκλέης, τοῦ δ’ Ἰδμονίδης, τοῦ δὲ Φιλοτέρπης, τοῦ δ’ Εὔφημος, τοῦ δ’ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δ’ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς
15Ἀμαζόσιν ἐν Σμύρνῃ, καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμη‐ ρον.

t21-22

ΙΤΑΛΙΚΑ

21

Eustath. ad Hom. Il. IX, 48: Κατὰ γὰρ τὸν Ἀλεξανδρέα Ἡρακλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτως ἐλεύθω ἔλευθος, καὶ πλεονασμῷ τοῦ κ κέλευθος, ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυ‐
5λωνίαν φησὶν ἐν Ἰταλικοῖς· «Οὕτω δὲ, φησὶ, καὶ τὰ ἀνθήλια κανθήλια.»

22

Etym. M.: Φασὶ γάρ ποτε τὸν Διό‐ νυσον ἐπὶ τὸν πρὸς Τυρσηνοὺς ἀπιόντα πόλεμον τοὺς γεγηρακότας τῶν Σειληνῶν μετὰ τῆς ἀχρήστου ἡλικίας ἐν Ἰταλίᾳ καταλιπεῖν· τοὺς δὲ τραπῆναι ἐπὶ ἀμπέλων
5ἐπιμέλειαν, καὶ εὔοινον γενέσθαι τὴν Ἰταλίαν· τοὺς δὲ γεωργοὺς οἱ Ἰταλοὶ κολώνους ἐκάλουν· ὡς καὶ ἱδρύ‐ σασθαι τοιαῦτα ἀγάλματα οἰνοφοροῦντα ἐν ἀσκοῖς. Ἐσπούδαζον δὲ, καὶ ἃς ᾤκουν πόλεις οἱ Ἰταλοὶ, τιμὴν ταύταις παρέχειν, ἀνιστάντες δαίμονά τινα ὡς πρεσβύ‐
10την ὅμοιον Σειληνῷ, ἵνα καὶ τῇ κοινωνίᾳ τῶν ἱερῶν συγκραθῶσιν. Αἱ δὲ πέδαι περιτιθέμεναι δηλοῦσι τὸ ὑπήκοον, τῷ συνδεδέσθαι αὐτοῖς τὰς πόλεις τὰς ἐχού‐ σας τὰ τοιαῦτα ἀγάλματα. Ταῦτα εἴρηται Χάρακι
ἱστοριογράφῳ.641

t23-59

ΧΡΟΝΙΚΑ.

t23-25

E LIBRO PRIMO.

23

Stephan. Byz.: Ὠγυγία ... ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς Χρονικοῖς.

24

Idem: Αἴγυπτος καὶ ἡ χώρα καὶ ὁ ποταμὸς ἐκλήθη ἀπὸ Αἰγύπτου, ὡς Χάραξ· «[Αἴγυπτος] Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος, βασιλεύσας ἔτη τετταράκοντα τρία.»

25

Idem: Παρρασία, πόλις Ἀρκαδίας ... κέκληται ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ Χρονικῶν οὕτω· «Πελα‐ σγὸς Ἀρέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοι‐
5κήσας ἐξ Ἄργους εἰς τὴν ἀπ’ ἐκείνου μὲν τότε Πελα‐ σγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ πόλιν Παρρασίαν ἔκτισε.»

t27-28

E LIBRO SECUNDO.

27

Idem: Ἄστυρα, πόλις Μυσίας ... Ἔστι καὶ πόλις Φοινίκης κατὰ Ῥόδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. Ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ.

28

Idem v. Ἀθῆναι· Φησὶ Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο.

t29

E LIBRO TERTIO.

29

Idem: Λάρανδα, πόλις Λυκαονίας· ὁ πολίτης Λα‐ ρανδεύς. Χάραξ τρίτῳ Χρονικῶν.

t30

E LIBRO QUARTO.

30

Idem: Ἡφαιστία, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐ‐ ρώπῃ. Χάραξ δ’ ἐν δεκάτῳ Χρονικῶν φησιν, ὅτι Μυ‐ ριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ
5περιεστήσατο αὐτούς. Ἕρμων δ’ Ἡφαι‐ στιέων τύραννος ὢν, φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζό‐ μενος τοῖς Ἀθηναίοι φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολο‐ γηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν
πόλιν.642

t31-32

E LIBRO SEXTO.

31

St. Byz.: Ὠρεὸς, πόλις Εὐβοίας ... Τούτου τὸ ἐθνι‐ κὸν διὰ τῆς ει διφθόγγου γράφεται Ὠρείτης ... Μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν Χρονικῶν ἑκκαιδεκάτῳ· «Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγα‐
5ρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραν‐ νον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν.

32

Idem: Φράδα, πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ Χρονι‐ κῶν.

t33

E LIBRO SEPTIMO.

33

Idem: Αὐταριᾶται, ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ Χρονικῶν καὶ Φαβωρῖνος ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης.

t34-35

E LIBRO OCTAVO.

34

Idem: Ἀλαβούριον, πόλις Συρίας. Χάραξ ὀγδόῃ Χρονικῶν.

35

Idem: Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικὴν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. Ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ Χρονικῶν. Τὸ ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τὸ τινὰς
5καὶ Φιλωτερίαν αὐτὴν εἰρηκέναι. Τῆς δ’ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύνηθες τοῦ ἐπιχωρίου τύπου.

t36-39

E LIBRO DECIMO.

36

Constantin. Porphyr. De adm. imp. c. 24: Πό‐ θεν εἴρηται Ἱσπανία; ἀπὸ Ἱσπάνου γίγαντος οὕτω κα‐ λουμένου, Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη, ἡ δὲ μικρά. Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ
5Χρονικῶν· «Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ’ αὐτοὺς Κύϊντος». Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο· «Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος ὑπὸ Οὐριάθου σπονδὰς πρὸς
10αὐτὸν ἐποιήσατο.»

37

Stephan. Byz.: Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν
δεκάτῃ Χρονικῶν.643

38

Steph. Byz.: Σάλυες, ἔθνος Λιγυστικὸν, πολεμῆ‐ σαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ Χρονικῶν.

39

Idem: Κοσίανα, φρούριον Παλαιστίνης. Χάραξ δεκάτῳ, ἐν τῇ παραλίᾳ τῆς Συρίας.

t40

E LIBRO UNDECIMO.

40

Idem: Δῶρος, πόλις Φοινίκης ... Χάραξ ιαʹ· «Τρύ‐ φων, ἐν Δώρῳ τῆς Κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ’ Ἀντιόχου, ἔφυγεν εἰς Πτολεμαΐδα, τὴν Ἄκην λε‐ γομένην.»

t41-42

E LIBRO DUODECIMO.

41

Idem: Φιδήνη, πόλις Ἀλβανῶν. Τὸ ἐθνικὸν Φιδη‐ ναῖος. Ἔοικε καὶ Φίδηνα λέγεσθαι, ὡς Ῥάβεννα, καὶ Φιδηνάτης, ὡς Ῥαβεννάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης.

42

Idem: Κούριοι, ἔθνος Σαβίνων, πολεμῆσαν Ῥω‐ μαίοις. Χάραξ ιβʹ.

t43-59

E LIBRIS INCERTIS.

43

Idem: Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν ... Χάραξ Ἀνθήνην αὐτήν φησιν.

44

Idem: Ἀμοργὸς, νῆσος μία τῶν Κυκλάδων. Λέγεται καὶ Ἀμόργιον, ὥς φησι Χάραξ.

45

Idem: Ἱερὰ, νῆσος ἐν τῷ Κρητικῷ πελάγει, ὡς Χάραξ.

46

Idem: Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμ‐ βριον αὐτήν φησι.

47

Idem: Ἴσαυρα, οὐδετέρως, πόλις Ἰσαυρίας μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Χάραξ δὲ θηλυκῶς.

48

Idem: Ἀλάβανδα, πόλις Καρίας, ἡ ποτὲ Ἀντιό‐ χεια. Ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου τοῦ Εὐΐππου, ὡς Χάραξ. Ἔστι καὶ ἑτέρα πόλις Καρῶν εὐτυχεστάτη, ἀφ’ ἧς ἡ παροιμία, Ἀλάβανδα Καρῶν εὐτυχεστάτη.
5Κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κλη‐ θεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάν‐ δρου, μετὰ νίκην ἱππομαχικὴν, καὶ κληθέντος Ἀλα‐ βάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν Ἱππόνι‐ κος· ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦ‐
10σιν.

49

Idem: Ἑβραῖοι. Οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβραμῶ‐ μος, ὥς φησι χάραξ.

50

Idem: Ἀγβάτανα, πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ. Οἱ δὲ νῦν Βατάνειαν αὐτὴν καλοῦσι. Τὸ ἐθνικὸν Βατανεῶται, ὡς Ῥαφάνεια Ῥα‐ φανεῶται. Δημήτριος δέ φησιν Ἀγβάτανα διττὰ, τὰ
5τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ
τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. Παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικὸν, ὡς δειχθήσεται. Παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι.644

51

Et. Byz.: Ζαρίασπα ἢ Ζαριάσπη, πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Ἣ ἐκαλεῖτο καὶ Βάκτρα. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα.

52

Idem: Κάμικος, πόλις Σικελίας, ἐν ᾗ Κώλακος ἦρχεν ὁ Δαιδάλου **. Χάραξ δὲ Ἴνυκον ταύτην φη‐ σίν.

53

Idem: Ἀχραδινὴ, νῆσος ἔχουσα πόλιν πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολιόρκησε Μάρκος ὁ Ῥωμαίων στρατηγός· ἀλλὰ καὶ Ἀχραδινὴ μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον.

54

Idem: Ἄζιλις, πόλις Λιβύης. Οἱ δὲ περὶ Σαλού‐ στιον οὐ πόλιν, ἀλλὰ τόπον φασὶ καὶ ποταμὸν εἶναι. Τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄξιρον λέγει αὐτήν.

55

Idem: Τροιζὴν, πόλις Πελοποννήσου. Ἔστι καὶ ἄλλη Τροιζὴν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροι‐ ζηνίδα χώραν φησί.

56

Idem: Ἀβοριγῖνες, ἔθνος Ἰταλικὸν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῃ· «Μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος, οὕτω προσηγορεύθησαν. Τὰ
5αὐτὰ καὶ Χάραξ.

57

Idem: Ἄλβα, πόλις Ἰταλίας. Κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ.

58

Idem: Ἄρδεα, κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. Ἐκλήθη ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσ‐ σέως καὶ Κίρκης. Αὕτη Τροία ἐλέγετο, ὡς Χάραξ.

59

Idem: Ἀλλόβρυγες, ἔθνος δυνατώτατον Γαλατικὸν, ὡς Ἀπολλόδωρος. Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας, Χάραξ δὲ διὰ τοῦ ο μικροῦ Ἀλλόβρογας·
οἱ πλείους δὲ διὰ τοῦ υ.645